EUSTATHIUS THESSALONICENSIS

Ad editionem K. Müller, Geographi Graeci minores, vol. 2, Paris: Didot, 1861 (repr. Hildesheim: Olms, 1965): 201-407

1102-1200 d.C.
Chiara Telesca, Fulvio Delle Donne
aracne ara51

Informazioni sul Documento

Data del documento: 1102-1200 d.C.

Forma del manoscritto: modern_print

Fonte: literary

Testo del Documento (Ancient Greek)

Lorem ipsum dolor sit amet

1102-1200 d.C.

1)78. Itali identificati con gli Ausoni. Ὅτι τοὺς Ἰταλοὺς, ὡς τότε μοναρχοῦντας, μέγα κοιρανέειν λέγει, καὶ Αὐσονῆας, ἤτοι Αὔσονας, ὀνομάζει. Καὶ σημείωσαι ὅτι τοὺς αὐτοὺς εἶναι λέγει Αὔσονας καὶ Ἰταλούς. Λέγονται δὲ Αὔσονες ἀπὸ Αὔσονος, ὃς πρῶτος τῶν κατὰ Ῥώμην βασιλεῦσαι πρός τινων ἱστορεῖται, Ὀδυσσεῖ γεγονὼς ἐκ τῆς Κίρκης, ἢ, κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ἐκ Καλυψοῦς γεννηθεὶς τῷ Ἄτλαντι, ἀφ’ οὗ καὶ τὸ Σικελικὸν πέλαγος Αὐσόνιον ἐκλήθη ποτέ. Λέγει δὲ αὐτοὺς παρὰ τὸν Λιγυστικὸν εἶναι κόλπον, ἀρξαμένους ἀπὸ βορέου, καὶ διήκοντας ἕως τῆς Λευκῆς Πέτρας, ἧς καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται. Ἄκρα δὲ αὕτη ἐστί, περὶ ἧς οὕτως ἱστορεῖται· ἄκρα Λευκὴ Πέτρα καλουμένη ἀπὸ χρόας, εἰς ἣν τελευτᾷ τὸ Ἀπέννιον ὄρος. Ἀπὸ Ἰταλοῦ δέ τινος ὀνομάζονται Ἰταλοί, ὡς καὶ ἀπὸ Αὔσονος Αὔσονες. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ Αὔσονος παράγωγον Αὐσονεύς, ὡς Αἰθιοπεύς, ἡγεμονεύς, καὶ πλεονασμῷ τοῦ ι, διὰ δακτύλου συγκρότησιν, Αὐσονιεύς· ἐξ οὗ τὸ Αὐσονιῆες.

2)362. Origine degli etnici Leukanói e Bréntioi. Ὅτι Λευκανοὶ καὶ Βρέντιοι, διὰ τοῦ ν, ἢ Βρέττιοι, διὰ τῶν δύο ττ, ἕως ἐπὶ τὴν Λευκὴν Πέτραν διήκουσι, περὶ ἧς ἤδη γέγραπται. Φασὶ δὲ ὅτι ἡ περὶ τοὺς Λευκανοὺς τούτους χώρα καὶ ἡ Σικελί Μεγάλη ποτὲ Ἑλλὰς ὠνομάσθη, διὰ τὰς τῶν Ἑλλήνων ἐκεῖ συχνὰς μετοικίας. Ἡ δὲ τῶν Λευκανῶν πόλις Λευκάνη βαρυτόνως ἐλέγετο ἀπὸ Λευκίου τινός. Βρέττιοι δὲ καλοῦνται ἀπὸ Βρέττου υἱοῦ Ἡρακλέος. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι Λευκανοὶ Βρεττίους τοὺς ἀποστάτας καλοῦσιν· ὁποῖοι, φησὶ, καὶ οὗτοι οἱ τὰ πρῶτα ποιμαίνοντες ὕστερον ὑπὸ ἀνέσεως ἐλευθεριάσαντες ἀπέστησαν.

3)378. Iapigi identificati con i Messapi. Κρητῶν δὲ κτίσμα ἡ πόλις ἡ Ὑρία κατὰ Ἡρόδοτον, κτισθεῖσα ὅτε οἱ Κρῆτες εἰς Σικελίαν ἀφικόμενοι ἐπὶ πολιορκίᾳ καὶ μηδὲν ἰσχύσαντες ἐξεβλήθησαν εἰς τὴν γῆν χειμῶνι μεγάλῳ. Ἰστέον δὲ ὅτι κατὰ τὸν Γεωγράφον οἱ Ἰάπυγες καὶ Μεσάπιοι λέγονται· καὶ ὅτι ἀπό τινος Ἰάπυγος οὕτως ὀνομάζονται, ὃς ἐκ γυναικὸς Κρήσσης τῷ Δαιδάλῳ ἐγένετο.